Add parallel Print Page Options

26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, [a]ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, [b]ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ [c]διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.

34 Αἱ [d]γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ [e]ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ [f]ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι [g]μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ [h]λαλεῖν ἐν ἐκκλησίᾳ. 36 ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;

37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου [i]ἐστὶν· 38 εἰ δέ τις ἀγνοεῖ, [j]ἀγνοεῖται. 39 ὥστε, ἀδελφοί [k]μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν [l]μὴ κωλύετε γλώσσαις· 40 πάντα [m]δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:26 ἕκαστος WH Treg NIV ] +ὑμῶν RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:26 ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NIV ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:28 διερμηνευτής WH NIV RP ] ἑρμηνευτής Treg
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:34 γυναῖκες WH Treg NIV ] + ὑμῶν RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:34 ἐπιτρέπεται WH Treg NIV ] ἐπιτέτραπται RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:34 ὑποτασσέσθωσαν WH Treg NIV ] ὑποτάσσεσθαι RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:35 μαθεῖν Treg NIV RP ] μανθάνειν WH
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:35 λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NIV ] ἐν ἐκκλησίᾳ λαλεῖν RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:37 ἐστὶν Holmes ] ἐστὶν ἐντολή WH Treg NIV; εἰσὶν ἐντολαί RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:38 ἀγνοεῖται WH NIV ] ἀγνοείτω Treg RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:39 μου WH Treg NIV ] – RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:39 μὴ κωλύετε γλώσσαις WH Treg NIV ] γλώσσαις μὴ κωλύετε RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:40 δὲ WH Treg NIV ] – RP